Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Γοργίας Ἀριστείδῃ Δανειζόμενος γέγηθας, εἰσπραττόμενος ἀνιᾷ, καὶ συναντῶν τοῖς δανεισταῖς καταπλήττῃ τῷ φόβῳ, ὥσπερ θηρίοις τισὶ φοβεροῖς καὶ ἀνημέροις ἐντυγχάνειν δοκῶν· καὶ περισκοπεῖς τὰς τριόδους καὶ πρὸς τὰς στοὰς ἀφορᾷς τοὺς δανειστὰς δραπετεύειν γλιχόμενος, ὥσπερ οἱ ναυτιλλόμενοι ἐν μεγάλῳ τῷ κλύδωνι λιμένος τυγχάνειν ὀρέγονται. ἀλλὰ καὶ κακῷ τὸ κακὸν ἐπινέμεις· δανειζόμενος γὰρ παρ' ἄλλων ἄλλοις ἀποδίδως τὸ ὄφλημα, ταὐτόν τι ποιῶν τοῖς διὰ φόβον θανάτου κατακρημνίζουσιν ἑαυτούς. ἐπειδὴ τοίνυν τὸ δανείζεσθαι πολυσχιδές τι τοῖς ἀνθρώποις ἐστὶ κακὸν καὶ τῆς μυθικῆς ὕδρας τοῖς αὐτομάτοις γεννήμασίν ἐστι χαλεπώτερον, καὶ ἐν ταῖς καθ' ὕπνον φαντασίαις εὐλαβοῦ τὸ δανείζεσθαι· οὕτω γὰρ ἐλευθέρως τὰς ἡλιακὰς ἀκτῖνας προσβλέψειας καὶ τὸν ὑπὲρ γῆς ἀέρα λίαν προσηνῶς ἀναπνεύσειας.