Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Λόφων Πεδιάδι Μὴ ἵκοιτο ὥρας ὁ Λεύκιππος· κακὸν γὰρ ἡμῖν ἔτρεφε τὸ χωρίον θηρίον. περὶ τῶν ὅρων τοῦ λοφιδίου ἐμοὶ καὶ Σωστράτῳ συνεκεκρότητο δικαστήριον. ὁ δὲ Λεύκιππος ὅλος τὰς φρένας διέφθαρτο καὶ χρυσοῦν τὸ δικαστήριον θεάσασθαι ὠρέγετο· τοιοῦτον φιλόχρυσον πάθος κατεῖχε τὸν δύστηνον. τοῦτο καὶ Σώστρατος ἐπιγνοὺς χρυσῷ τὴν νίκην ὠνήσατο καὶ τὸν λαιμὸν τοῖς δώροις τοῦ Λευκίππου ἐπέβυσεν. ἡ παρθένος Δίκη διέφθαρται, καὶ χρυσὸς τοῖς ἀνθρώποις τὸ νικᾶν ταλαντεύεται. ἡ γὰρ ἰσόρροπος κρίσις ἀπόλωλε· δῶρα γὰρ μᾶλλον ἢ τὸ δίκαιον ἀξιόπιστον.