Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Διογένης Χρύσῃ Πλούτου σε ταμίαν, οὐ δεσπότην χρημάτων εἶναί φημι· τοιαύτην γὰρ τὴν καταδίκην οἱ σοὶ κατὰ σοῦ προηνέγκαντο τρόποι. ἀγαθοῦ γὰρ μετέχειν τινὸς τὰς ἀνοσίους οὐ θέμις ψυχάς. κατόρυττε τοίνυν τὴν γῆν καὶ τὸν χρυσὸν περιφρούρει, τρισάθλιε· οὐ γὰρ σός, ἀλλὰ παρὰ σοὶ ὁ πλοῦτος εἶναι πεπίστευται. τοῦ Φρυγὸς γὰρ Μίδου τὴν κακίαν ζηλώσας λιμώττων πλουτεῖς, βρόχοις ὥσπερ χρυσοῖς ἀπαγχόμενος. Χλοάζων Μήκωνι Ἀχράδας χθές, Μήκων, πέπομφα τῇ ποθουμένῃ· ἡ δὲ τὴν κρόκην ἀπέρριψε καὶ τῆς ἱστουργίας εὐθὺς ἐξανίστατο, καὶ λαβοῦσα τὰ δῶρα τοῖς χοίροις διένειμε, καὶ τὸν πρέσβιν ὡς ἀπαίσιον ἄγγελον ἀπεπέμψατο. ἐγὼ δὲ κλάω· φοβερὸς γὰρ ὁ ἔρως ἡμᾶς ἀδικῶν, ἀπρεποῦς κόρης ἐρᾶν βιαζόμενος. τυφλώττουσι Τύχη καὶ Ἔρωτες, οἱ μὲν τὰς ἀλγηδόνας, ἡ δὲ τὴν εὐδαιμονίαν εἰκῆ καὶ ὡς ἔτυχε παρεχομένη.