Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Κριτίας Πλωτίνῳ Τέττιξ ὁ μουσικὸς ἦρος φανέντος τῆς μελῳδίας ἀπάρχεται· ᾠδικώτερος δὲ τοῖς ᾄσμασι καὶ τὴν φύσιν λαλίστερος ὥρᾳ μεσημβρίας γνωρίζεται, ἀκτίνων ὥσπερ ἡλιακῶν μεθυσκόμενος. τερετίζει γοῦν ὁ μελῳδὸς βῆμα τὸ δένδρον ποιούμενος, θέατρον τὸν ἀγρόν, καὶ τοῖς ὁδίταις τὴν μουσικὴν ἐπιδείκνυται. ᾆσαι γοῦν καὶ ἡμεῖς τὰς σὰς ἀρετὰς ἐπειγόμεθα· ἐκθάλπουσι γάρ πως καὶ ζωπυροῦσι πρὸς ἐγκώμιον τὰ ἡμέτερα. πάλαι γὰρ νεκρωθέντας ἡμᾶς τῷ ῥυπώδει βίῳ ἐκ τῶν σῶν γραμμάτων πρὸς ἀρετὴν ἀνεψύχωσας. οὕτω γενοίμην ὁ Κριτίας Πλωτῖνος· Πλωτῖνος γὰρ ἢ σώματος ἐκτὸς φιλοσοφεῖ ἐπὶ γῆς, ἢ φιλοσοφία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων ὡς ἄνθρωπος ἀναστρέφεται.