Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Περδικία Ῥοδόπῃ Ἄιδεις ἀμούσως καὶ λυπεῖς, οὐ τέρπεις, τοὺς ἐραστάς· τραγῳδίαν γὰρ ἀναμινύρῃ, οὐ θελκτήριον ᾠδὴν τοῖς ἀκούουσι. καὶ δακρύουσιν οἱ ἐρασταὶ ἀνιώμενοι· σώφρονας γὰρ αὐτοὺς ἀντὶ λάγνων τὰ σὰ διδάσκουσιν ᾄσματα· οὐ γὰρ ἐπαγωγὸν τὴν μελῳδίαν πεποίησαι. φεῖσαι τοίνυν, πρὸς θεῶν, ἀνιωμένων ἡμῶν· οὐ γὰρ αὐλητρίς, ἀλλὰ θρηνήτρια τοῖς θεαταῖς εἶναι δοκεῖς. καὶ κηρῷ τὰ ὦτα πάντες ἐμφράξαιμεν, εἰ μελῳδίαν ἀσκήσειας· Σειρήνων γὰρ μᾶλλον ἢ Μουσῶν ὀδυρομένων ἀκούσαιμεν.