Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Ἀντισθένης Περικλεῖ Ὁ Φιλίππου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς εὐτυχίαις οὐδαμῶς ἐτετύφωτο, ἀλλ' ἐφιλοσόφει τὰ τῆς τύχης φυσήματα μεγίσταις εὐφημίαις οὐκ εἰωθὼς δελεάζεσθαι. διά τοι τοῦτο ἐν τῇ τοῦ πολέμου ῥοπῇ θεασάμενος πεπτωκότα Δαρεῖον τῇ χλαμύδι τὸν ἐχθρὸν περιέσκεπεν, ἀρετῆς καὶ τύχης ἐνδεικνύμενος τὴν εὐγένειαν. ἐντεῦθεν ἐλοιδόρει τὸν Ἀλέξανδρον τὸ ὑπήκοον, καὶ ἦν ἔγκλημα τῷ βασιλεῖ ἡ εὐσέβεια. ὁ μὲν οὖν Ἀλέξανδρος ἅτε δὴ φιλόσοφος ὢν ἐδεδοίκει τὸ τῆς τύχης, ὡς ἔοικεν, ἄδηλον· διὸ καὶ πλείστων αὐτῷ ἀγγελθέντων ὑφ' ἓν εὐτυχημάτων ἔφη·" 3ὦ Ζεῦ, μῖξόν τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα" 3. οὕτως εὐλαβεῖτο τὰς εἰς ἄκρον εὐεξίας ἐμφρονέστατα ὁ Ἀλέξανδρος. εἰ μὲν οὖν γειτνιῶσαν ταῖς τροπαῖς τὴν φύσιν ἠγνόησας, μετ' οὐ πολὺ τὴν πεῖραν ὄψει διδάσκαλον, καὶ τῆς γνώσεως ἕξεις πρεσβύτερα τὰ μαθήματα· εἰ δὲ τυφλώττεις ἑκών, χαλεπωτέρας τῆς ποινῆς ἐπιτεύξῃ πλημμελημάτων καὶ γνώσεως εἰσπραττόμενος δίκας.

Intertext edge

Open linked passage

Note