Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Τελέσιλλα Λαΐδι Οὔτε φλέβα χρυσοῦ μεταλλουργοὶ ἀνιχνεύοντες οὔτε φρεωρύχοι τὰ τῆς γῆς ἐρεβοδιφῶντες ἀπόρρητα, ὀφθαλμοὺς ὑδάτων ἀναζητοῦντες θεάσασθαι, οὕτω περὶ τὴν ἑαυτῶν ἐσπουδάκασι τέχνην, ὡς ἐγὼ τὴν πόλιν ἐσκινδαλάμιζον ἅπασαν, εἴ που τὸν Ἀγησίλαον ἦν μοι θεάσασθαι. πότον γὰρ αὐτῷ πεποιηκέναι τὴν μαινάδα Λευκίππην ἀκήκοα, καὶ ῥαγδαῖος σκηπτὸς ἡμῖν ἐνεδήμησε, καὶ τὸ πάθος ἀπαρηγόρητα φλεγμαίνει μοι δάκρυα. διὸ τῆς τραγῳδίας συνέριθος ἔσομαι· οὐ γὰρ ἀνίσχοντα λοιπὸν τὸν ἥλιον θεασόμεθα. οὕτω καὶ Μηδείας καὶ Φαίδρας φοβερωτέρα γενήσομαι.