Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Σωσίπατρος Ἀξιόχῳ Τὸν ἀδελφὸν ἔναγχός σε θάψαι φασί, καὶ λίαν ἐπὶ τῷ πάθει ἀπαρηγόρητα δυσφορεῖν. καὶ πῶς σε φιλόσοφον ἄνδρα θαυμάσαιμι ὑπὸ πάθους ἐπὶ τοσοῦτον νικώμενον; ὕπνος τίς ἐστιν ὁ παρ' ἡμῖν περιθρυλλούμενος θάνατος, τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἐπὶ μακρὰν ἀποδημίαν οἱ τεθνηκότες ἐστάλησαν· οὐκ ἐπὶ πολὺ τούτων ἡμῖν ὁ χωρισμός· καρτέρησον τὴν διάζευξιν ἀναμένων αὖθις τὴν ἕνωσιν. μὴ πάθῃς τι φιλοσωμάτου ψυχῆς, ἐπεὶ καὶ Πλωτῖνος ἐῴκει αἰσχυνομένῳ ὅτιπερ ἐν σώματι ἦν· οὕτως ἐλύπει τὸν φιλόσοφον τὸ θνητὸν τουτὶ περισκήνιον. στῆσόν μοι μέχρι τούτου τὸ δάκρυον, ὅρους νομοθέτει τῇ λύπῃ, φρονήσει τὸ πάθος θεράπευσον, ἰατρὸς γίνου σαυτοῦ· ἔχεις λόγον τὸ φάρμακον νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. οὐκ ἐκ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ὁ δημιουργὸς παράγει ποτὲ τὰ ποιήματα. τοῖς θνητοῖς τὰ θνητὰ καταλείψωμεν· μεγάλαις γὰρ κηλῖσιν ἐνθάδε τὸ βασιλικὸν τῆς ψυχῆς καταστίζεται. ἐγὼ τὴν γένεσιν ἢ τὸν θάνατον μᾶλλον δακρύσαιμι· τὸ μὲν γὰρ δακρύων ἀρχή, τὸ δὲ τῶν ἀνιώντων κατάλυσις. ἄγνοια περιδεεῖς ἡμᾶς ἀπεργάζεται, καὶ θάνατον εὐλαβούμεθα οὐχ ὅτι κακόν, ἀλλ' ὅτι τοῖς ἀνθρώποις ἠγνόηται· οὗ γάρ τις τὴν γνῶσιν ἀφῄρηται, τούτου κατηγορεῖ προχειρότατα. μὴ γένοιο τοίνυν τῇ Νιόβῃ ἐφάμιλλος, ἵνα μή που δόξῃς καὐτὸς λίθῳ τὴν ἀνθρωπείαν φύσιν ἀμείβεσθαι.

Intertext edge

Open linked passage

Note