Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Θερίστρων Σπείρωνι Ἐπὶ τὴν Αἴτνην, τὸ Σικελικὸν ὄρος, ἀπαίρομεν εἰπόντες χαίρειν τῇ Ἀττικῇ. οὔποτε γὰρ δυστυχεστέραν γῆν πρὸς ἐπίδοσιν καρπῶν ἑωράκαμεν· ἀντὶ πυρῶν μυρρίνας, ἀντὶ κριθῶν κιττὸν ἡμῖν ἀπεκύησεν. ἡ δὲ σιπύη κενή, καὶ ἡ ἅλως λιμοῦ μοι πεπλήρωται. διά τοι τοῦτο τῶν πρώτων μοι μὴ ἐκφυέντων σπερμάτων οὐκ ἂν αὖθις τῇ ἀγνώμονι καταβάλοιμι. οὐ δύναται γεωργὸς καὶ λιμὸν καὶ στρατιώτην ἔχειν πολέμιον, οὔτε δὲ πλωτῆρες οἷοί τέ εἰσι πνεύμασιν ἅμα καὶ κεραυνοῖς ἀντιμάχεσθαι.