Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1
Ἡρακλείδης Ἀντισθένει Οὔπω μοι τῆς ὀργῆς ὑφῆκας, Ἀντίσθενες, ἀλλ' ἔτι χαλεπαίνεις ἡμῖν, καὶ κρύπτεις τὴν ἀνίαν προσηνῶν ῥημάτων προσχήματι, ὥσπερ οἱ ἐν αἰθάλῃ σπινθῆρα πυρὸς ταμιεύοντες. ἐκκάθαραι λοιπὸν τῆς καρδίας τὴν λύπην· τοῦτο γὰρ οἱ ἡμέτεροι λόγοι πρεσβεύονται. εἰ δὲ μή, καὶ θαλάττης ἀπηνέστερος ἔσῃ· κατευνάζει γὰρ ἐκείνη τὸ ἄγριον καὶ παρέχεται τοῖς πλωτῆρσιν ὄψιν φιλάνθρωπον, ὁπηνίκα τῷ ἐλαίῳ φιλοφρονοῦνται ἄγαν τοῖς κύμασι χαλεπαίνουσαν.