Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Λαχάνων Πηγάνωνι Ἧκέ μοι πρὸς τοὔλαιον αὔριον· ἐκδημήσαιμι γὰρ τοῦ ἄστεος καὶ δαιτυμὼν ἔσομαι, φίλτατε. Νύμφαις γὰρ καὶ τῷ Πανὶ τοῦ ποιμνίου τὰς ἀπαρχὰς ἀναθήσαιμι. εὐνοοῦσι γὰρ ἡμῖν ὀψέ ποτε οἱ θεοί· τὰ κισσύβια πεπλήρωταί μοι τοῦ γάλακτος, αἱ ἄρνες εὐγόνως τετόκασι, περισκιρτῶσιν αἱ αἶγες ἐπὶ ταῖς εὐτυχίαις ὥσπερ γηθόμεναι. πεπαύμεθα πενίᾳ μαχόμενοι, δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ· δίκην ἕλκους τοῖς κεκτημένοις ἐμπλέκεται καὶ φιλοσύνηθές ἐστι κακόν, ῥαθυμοποιόν, κατηφές, πρὸς λύπην ἀπαρηγόρητον, πρὸς ἀνίαν ὀξύρροπον, ἄγρυπνον, φιλομέριμνον, ἐπίμοχθον, κακῶν ἐφευρετικόν, ἄδοξον, εὐκαταφρόνητον, ἀνεπίφθονον. οὐ γάρ τις ἐθέλει τηλικούτῳ κακῷ συναντᾶν, οὐδὲ εἰ τὴν Ὀρέστου μανίαν κατακριθείη νοσεῖν. ῥίψαντες οὖν τὰ τῆς πενίας τῇ πενίᾳ ἐφ' ἑτέραν μεταστησώμεθα λῆξιν, μετὰ τῆς τύχης ἀμείψαντες καὶ τὸ φρόνημα. 30 Ῥοδίνη Καλλιόπῃ Ἐπὶ τῶν ἐραστῶν διασύρεις καὶ σκώπτεις ἡμᾶς τὸ καὶ τό, κεχαυνῶσθαί μοι τὸ σύντονον καὶ σφριγῶν τοῦ σώματος διαπαίζουσα. σὺ δὲ τὴν σὴν πανουργίαν κεκρύφθαι δοκεῖς· ἀτελεσφόρητα γὰρ τὰ κυοφορούμενα ἀποπατεῖς ἡ παμμίαρος, καὶ τὰς ἀμβλώσεις ἢ τοὺς τοκετοὺς αἱρετωτέρας πεποίησαι, δριμυτέροις φαρμάκοις τὰ ζωογονούμενα ἐν τῇ σῇ γαστρὶ περιπνίγουσα, καὶ τῆς Κολχικῆς Μηδείας ἀπηνεστέρους ἀπεργάζῃ τοὺς φόνους. παιδοκτόνον ἐκείνην ἐδίδασκεν ἀγνωμονῶν ὁ ὁμόζυγος τὴν εὐνέτιν καὶ τῶν ἀγώνων τὴν σύμμαχον· σὺ δὲ διὰ τὴν τοῦ κάλλους εὐπρέπειαν μυρίας συμφορὰς ἀπεργάζῃ, πορνίδιον. παῦσαι δῆτα καὶ τὴν σὴν ἀπανθρωπίαν καλύπτουσα καὶ τὴν ἡμετέραν εὐσέβειαν διαπαίζουσα. φιλανθρωπότερον γὰρ παρ' ἡμῖν ὁ τοκετὸς τῆς ἀμβλώσεως. ἴσθι δὲ καὶ τὴν Δίκην ἐπὶ σοὶ χαλεπαίνουσαν καὶ παιδοκτονίας ποινὰς οὐ ῥᾳθυμοῦσαν εἰσπράττεσθαι.