Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1
Ἡφαιστίων Θάλητι Τὸ Μηδικὸν ὄρνεον, ὁ ταώς, καὶ τῶν Μήδων τὴν ὑπεροψίαν κεκλήρωται μέγα τι καὶ ὑπέρογκον ἐπὶ τῷ κάλλει φρονῶν. τούτου καὶ τὴν θήλειαν ἡττᾶσθαι δοκεῖ. τὸ πτερὸν τοιγαροῦν οἷα δὴ κόμην ἀνίστησι καὶ περιφανέστατόν τι τοῖς ὁρῶσι κάλλος παρέχεται, καὶ κυκλικὸν ἀπεργάζεται σχῆμα, καὶ τὸν οὐράνιον εἰκονίζεται κόσμον, καὶ τοῖς ὀφθαλμοῖς τοῦ πτεροῦ τὴν τῶν ἄστρων διακόσμησιν ἀναπλάττεται. καὶ τοῦτο μὲν Μηδικῶν ὀρνέων ἦθος φιλόκαλον· οὐ γὰρ βασκαίνουσι τὴν ἑαυτῶν εὐκοσμίαν ζωγράφους διδάσκοντες. σὺ δὲ τοῖς σοῖς ἐπῳάζεις συγγράμμασι καὶ τὰς σὰς ἀρετὰς ἐγκαλύπτεις καὶ τοὺς πόνους ἀνεπιδείκτους ἐᾷς, τηλικαύτης ὠφελείας ἡμᾶς χηρεύοντας παρορῶν. εἰ μὲν οὖν βασκανία τίς ἐστιν ἡμᾶς τὸ λυποῦν, ἀφιλόσοφον τὸ ἐγχείρημα καὶ τῆς σῆς ἐπαγγελίας ἀλλότριον· εἰ δὲ ὄκνος τὴν ἀναβολὴν ταμιεύεται, ταὐτόν τι πέπονθας ἀνδρὶ γεωργῷ πολλοὺς τοὺς ἱδρῶτας δεδανεικότι τῇ γῇ καὶ θέρους ἀκμῇ μὴ δρεπομένῳ τοὺς στάχυας.

Intertext edge

Open linked passage

Note