Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Πόας Ἀμπελίῳ Δεῦρο ξυναυλίαν, γερόντιον, κλαύσωμεν. ὁ ποταμὸς ἀνεσκίρτησε καὶ κακὸν ἡμῖν ὠρχήσατο σκίρτημα· ὅλον τὸν ἀγρὸν ἐπεκλύσατο καὶ τὰ νεόγονα τῶν ἀμπέλων ὁ φοβερὸς ἐπεβύθισε. τὸ δὲ μεῖζον δυστύχημα, οὐκ ἐθέλει ὁ μιαρὸς τῶν ἐντεῦθεν ἀπαίρειν· ἐμφιλοχωρεῖ γὰρ τῷ γηδίῳ καὶ κοίτην τὸν ἀγρὸν πεποίηται τὸν ἡμέτερον. καὶ δακρύων ἄξιόν ἐστιν ἰδεῖν· ἀντὶ γὰρ ἀμπέλων τοὺς ἰχθύας γεωργοῦμεν οἱ τάλανες. ὅταν ὁ ποταμὸς ἐθέλῃ, ἀγρεύομεν· ὅταν ἐθέλῃ, λιμώττομεν· καὶ μέγα τί μοι δῶρον φιλοτιμεῖσθαι δοκεῖ. εἴθε τῷ θέρει τὰς νεφέλας μηδαμῶς ἱκετεύομεν ὄμβρον ἡμῖν αὐχμῶσι χαρίζεσθαι· οὕτω γὰρ ἅπερ ἐκεκτήμεθα οὐκ ἂν ἀφῃρήμεθα. ποταμὸς γὰρ καθ' ἑαυτὸν ἐπαχθής· εἰ δὲ καὶ ὄμβροις πλουτήσειε, τοῦ πυρός ἐστιν ἀκρατέστερος καὶ μέτροις οὐ χαλινοῖ τὰ φρυάγματα.

Intertext edge

Open linked passage

Note