Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Γαλάτεια Θέτιδι Ἐπαινῶ σου τὴν φρόνησιν, καὶ τὸ λίαν ἐμπειρότατον ἄγαμαι. ὥσπερ γὰρ ἐκ τρίποδός τινος Πυθικοῦ τὰ μέλλοντα διηγήσω μοι καὶ τοῦ Λυγκέως ὀξύτερον τὰ βαθύτερά τε καὶ ἀφανῆ τῶν πραγμάτων ἐσκόπησας. ὁ Καλλίμαχος ἡμᾶς καταλέλοιπεν· ἀπέπτη μετεωριζόμενος ὀξυτάτῳ τῷ τοῦ κόρου πτερῷ· ἐδραπέτευσεν ἡμᾶς ὁ παμμίαρος καὶ γέγονεν ὁ κόρος αὐτῷ τῆς ἐπιθυμίας πρεσβύτερος. σὺ δέ μοι παρῄνεις πολλά·" 3ὅρκοις μὴ πείθου, Γαλάτεια· ὅρκων τοῖς ἐρῶσιν οὐδέν ἐστιν εὐχερέστερον." 3 ἐρωτικῶν γὰρ οἱ νέοι μεθύοντες ἡδονῶν καὶ τὸ καλῶς ἀφαιροῦνται βουλεύεσθαι, καὶ πράττουσι καὶ φθέγγονται ὅσα νομοθετοῦσιν οἱ Ἔρωτες· οὐ γὰρ αὐτοκίνητον ἔχουσι τῶν πραγμάτων τὴν ἔφεσιν. ἀπιστία πίστεως ἔοικεν ἀσφαλέστερον, καὶ πρὸς ἀπάτην ὅρκος σοφιστής ἐστιν ἀξιόχρεως. 34 Θεμιστοκλῆς Χρυσίππῳ Ἐπειδὴ σωφροσύνη καὶ παρὰ τῷ μύθῳ τετίμηται, ἄγε δῆτα, Χρύσιππε, διαμυθολογήσομαί σοι μῦθον οὐκ ἄσεμνον. Ἀφίκοντό ποτε πρὸς τὸν Δία τὰ ὄρνεα καὶ τὸν Ὀλύμπιον ἐπρεσβεύοντο ἡγεμόνα σφίσιν ἐγχειρίσαι· ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας τὸ λυποῦν, καὶ μεγίστου τινὸς ἀγαθοῦ, ἡγεμονίας, ἐχήρευον καὶ πολλὴν διὰ τοῦτο τὴν ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεύς, καὶ γέγονεν ἔργον τὸ βούλημα, καὶ δωρεῖται δῶρον τοῖς ἱκετεύουσι θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσέταττε δῆτα τοῖς ὄρνισιν ἐπὶ λίμνας καὶ πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον, καὶ τοῖς ὕδασι τὴν βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ Διὶ τὸ τιμώμενον, ἐλούσαντο δῆτα οἱ ὄρνιθες, εἶτα πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθύς, καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν, ἀλλοτρίῳ κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων εὐπρέπειαν. ἀλλ' ἤλεγξε τὴν ἀμορφίαν ἡ γλαὺξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε· τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός. Ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν φθέγγεται, πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον, ἀλλὰ ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τεθνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ δὲ θνητὰ καὶ πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.