Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Μυρωνίδης Μόσχωνι Τὸν ἀροτῆρα βοῦν κέχρηκα τῷ Τυκανίᾳ· οὐ γὰρ ἦν αὐτῷ τοῦ ζεύγους τὸ ἕτερον. ἐπηγγείλατο δὲ καὶ ὁ Τυκανίας τὸν ἑαυτοῦ μοι ταῦρον παρέχεσθαι. βοὸς γὰρ ἐλειπόμην κἀγώ· ὁ γὰρ θαυμαστός μοι ταῦρος ἀπόλωλεν, ὁπότε ὁ χαλεπὸς ἐκεῖνος λοιμὸς τοῖς θρέμμασιν ἐνεδήμησεν. ὁ δὲ καλὸς Τυκανίας τὰς συνθήκας διέλυσε, καὶ μέχρι ὅτου ὁ σκοπὸς αὐτῷ διηνύετο στέργειν ἐδόκει τὰ δόξαντα. ἐγὼ δὲ τὴν τύραννον† ἄντλην† θρηνῶ· οὐ γὰρ ἀροτῆρας βόας κεκτήμεθα, ὁ δὲ καιρὸς τῶν ἀρότρων ἤδη που καὶ παρῴχηκε. δικαστήριον τοίνυν τῷ Τυκανίᾳ ὁπλίσομαι, καὶ δικαστὰς ἅπαν τὸ χωρίον προστήσομαι. καὶ τῆς ἀπάτης ἐκεῖνος δίκας ὑφέξεται, καὶ κακίας πείσομεν τοὺς ἀκολάστους ἀπέχεσθαι, ἑνὸς ἀνθρώπου φθορὰν σωφροσύνης διδάσκαλον ἔχοντας.