Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
36.1
Ἀντίγονος Λυσιστράτῳ Παίζουσι τοὺς ἀνθρώπους οἱ Ἔρωτες καὶ δουλαγωγοῦσι τοὺς ὑπὸ σελήνην παῖδες ὑπόπτεροι, ἵνα τι καὶ τοῖς ζωγράφοις πεισθῶμεν. εἴθε γὰρ ἦν τὸ πολέμιον ὁρᾶν· οὕτω γὰρ βάλλοντες ἐβάλλοντο καὶ οἱ Ἔρωτες. ἀλλ' αὐτὸ τοῦτο ἠδικήμεθα πλέον, ὅτι καὶ τοὺς ἐχθροὺς ἠγνοήκαμεν ὁποῖοι τὴν φύσιν ὄντες τυγχάνουσιν. οἵῳ γὰρ ἀλογίστῳ πάθει συμπέπλεγμαι· Μελανίππην, Διοδώρου ἀπόγονον, ἐκτόπως ποθῶ, μήτε ὄναρ ποτὲ τὸ γύναιον θεασάμενος, ἀλλὰ μόνον ἀκούσας ὑπό τινος ᾄδειν αὐτὴν θαυμαστῶς. καὶ βέβλημαι τὴν ψυχήν, μηδὲν ἐκ τῶν ὀφθαλμῶν ἀδικούμενος, ὅπερ εἴωθα πάσχειν, Λυσίστρατε· νῦν δὲ γεγόνασί μοι ὀφθαλμοὶ καὶ τὰ ὦτα. τοσαῦτα φύσις Ἐρώτων δεδύνηται. εἴτε οὖν φρῦνός ἐστι τὴν θέαν ἠγνόηκα, ἢ καὶ φαντασία τίς ἐστι τὸ λεχθὲν οὐκ ἐπίσταμαι· οὐ γὰρ εἷς μάρτυς ἀξιόχρεως πρὸς ἀλήθειαν. ἀλγῶ δὲ ὅμως τὴν ψυχήν, καὶ τῆς οὐχ ὁρωμένης ἐρῶ, καὶ Πανικῆς μετειληφέναι μανίας δοκῶ· κἀκείνῳ ἀθέατον ἦν τὸ ποθούμενον, καὶ δόκησις μόνη τῶν ζητουμένων εἶχε τὴν ὕπαρξιν.

Intertext edge

Open linked passage

Note