Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
Εὐρυβιάδης Κίμωνι Ἐπαγγέλλῃ πολλὰ καὶ πράττεις ὀλίγα, καὶ τὴν γλῶτταν ἔχεις ὑψηλοτέραν τῆς πράξεως. ἀλλ' εἰ μὲν ῥημάτων κομψότης τεθαύμασται παρὰ σοί, οἱ ζωγράφοι τῆς σῆς δυνατώτεροι γλώττης, τοσαῦτα πλαστουργοῦντες τοῖς πίναξιν ὅσα πράττειν ἡ φύσις οὐ δύναται. εἰ δὲ καὶ χαίρειν δοκεῖς ὑποσχέσεσι τοὺς ἀκούοντας, πρὸς ὀλίγον μὲν εὐφραίνεις, ἀνιᾷς δὲ μετ' οὐ πολὺ χαλεπώτερον. ἐπεὶ καὶ τῶν ἐνυπνίων τὰ κάλλιστα οὐ τοσοῦτον ἡμᾶς εὐφραίνει καθεύδοντας, ὅσον ἐγρηγορότας ἐλύπησε· αἱ γὰρ ἐλπίδες μετὰ τοῦ ὕπνου εὐθὺς συνανίπτανται. σύμφωνα δῆτα τῇ γλώττῃ τὰ πράγματα κέκτησο, ἵνα μὴ καὶ φίλοις ἀπεχθήσῃ ψευδόμενος καὶ τοῖς ἐχθροῖς ὑπόθεσιν ψόγου πορίσειας ὡς ἀληθείας ὑπάρχων ἀμέτοχος.

Intertext edge

Open linked passage

Note