Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Τεττίγων Ὀρτύγωνι Τί δῆτα, τρισάθλιε, τὴν ἐσθῆτα διήλλαξας καὶ τοὺς πέρδικας ἐξεπέτασας; οἶνός σοι γέγονε τὸ κακόν· οἴνῳ καὶ τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ὠνήσασθαι τὸν Ὀδυσσέα φασί. διὸ εἰ μὴ συναθροίσειας, Ὀρτύγων, τοὺς ὄρνιθας, σὺν σοὶ κατακρημνίσαιμι ἑαυτόν. καὶ παῖδα γὰρ ἀκόλαστον ζῆν χαλεπὸν καὶ τάφον πρὸ τοῦ πατρὸς υἱὸν σφετερίσασθαι καὶ λίαν ἐστὶ δυσφορώτατον.