Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Θέτις Ἀναξάρχῳ Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶν· οὐ τεμαχίζεται πόθος· οἱ γὰρ Ἔρωτες οὐ μερίζονται. ἀλλ' οὔτε διπλοῦν ἂν ἐνέγκοις τὸν ἔρωτα· ὡς γὰρ ἡ γῆ δύο ἡλίοις οὐ δύναται θάλπεσθαι, οὕτω μία ψυχὴ δυάδος πυρσῶν ἐρωτικῶν οὐκ ἀνέχεται.