Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Θεανὼ Εὐρυδίκῃ Ὁ φυσικός σοι κόσμος παρῴχηκε, καὶ ῥυτίδων ἐγγὺς ἡ εὐπρέπεια· σὺ δὲ παραχαράττειν ἐπιχειρεῖς τὴν ἀλήθειαν ἐπιπλάστῳ κόσμῳ τοὺς ἐραστὰς φενακίζουσα. πειθάρχει τῷ χρόνῳ, γραΐδιον· οὐ γὰρ εὐπρεπεῖς οἱ λειμῶνες ἐν μετοπώρῳ τοῖς ἄνθεσι. μέμνησο καὶ θανάτου– τούτῳ γὰρ ἐγειτνίασας– καὶ σωφροσύνην ἐξ ἀνάγκης ἀσκεῖν ἐπιτήδευε. καὶ γῆρας γὰρ ἀδικεῖς καὶ νεότητα· τὸ μὲν γὰρ ἐπαγγελλομένη διέψευσαι, τὸ δὲ κεκτημένη ἐνόθευσας.