Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1
Σωκράτης Πλάτωνι Ἀδικεῖται μὲν οὐδείς, ἀδικοῦσι δὲ πάντες, αὐτομάτως ἕκαστος ἑαυτὸν ἀδικῶν· ἀρετῆς γὰρ καὶ κακίας ἐσμὲν αὐτοκράτορες. ἀφείλετό σου Λεωνίδης τὸ γήδιον· τοῦτο τῶν ἐκτός, καὶ τὴν σὴν ψυχὴν οὐδὲν ἐλυμήνατο. ζημιοῖ σε Φίλιππος καὶ τὸν δακτύλιον σφετερίζεται· οὐδὲν ἠδικήθης αὐτός· τὸ γὰρ ἐπίκτητον οὐχ ἡμέτερον. τὸν σὸν υἱὸν ἀνεῖλον οἱ βάρβαροι· οὐ πέπονθάς τι δεινόν· οὐ γὰρ ἀίδιον τὸν παῖδα ἐκέκτησο· ἔναγχός σοι μὴ κεκτημένῳ προσγέγονε, καὶ πάλιν οὐκ ἔστιν, ἐπείπερ οὐκ ἦν, ἀλλ' ἐγένετο. οὐκοῦν ἀδικοῦσιν, οὐκ ἀδικοῦνται οἱ ἄνθρωποι. καὶ τὸν Ὁμηρικὸν τεθαύμακα Κύκλωπα· οὐδένα γὰρ βλάπτειν ἀδικούμενον ἔφασκε, καὶ ἦν τῷ ποιμένι ἀπόφασις ἡ τῆς ἀληθείας κατάφασις.

Intertext edge

Open linked passage

Note