Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Μαράθων Πηγάνωνι Τοὺς πολιτικοὺς κλύδωνας ἐκφυγὼν καὶ τοὺς ἀπαραιτήτους θορύβους τοῦ ἄστεος ἐμισθωσάμην τὸν ἀγρὸν τουτονί, καὶ μεταβολὴν τύχης ἐδόκουν εὑρεῖν. ἀλλὰ μείζοσι κακοῖς ἐμβεβλήμεθα· ποτὲ γὰρ τὴν ἐρυσίβην ἔχω πολέμιον, ποτὲ δὲ τὰς ἀκρίδας, ἄλλοτε καὶ τὴν χάλαζαν· ἡ δὲ πάχνη λυμαίνεται τοὺς καρποὺς ὡς ἀπαραίτητος τύραννος, καὶ τοὺς ἱδρῶτας ὁ τάλας τοῖς ἀνέμοις χαρίζομαι. οἴμοι ὁ δύστηνος, ὅποι τραπῶ; ὅταν τῶν γεωργικῶν μόχθων ἐπιμνησθῶ, τὰ τοῦ ἄστεος ἀσπάζομαι· ὅταν τὸν πολιτικὸν τάραχον λογίσωμαι, τῆς ἀγροικίας ἐρῶ, καὶ τοῦ παρόντος ἐστὶ τὸ μὴ παρὸν εὐτυχέστερον. μία τῶν λυπηρῶν κατάλυσίς ἐστιν ὁ θάνατος, εἴτε φυσικὸς εἴτε πάλιν αὐθαίρετος. οὐκοῦν ἀγχόνη μοι τὸ φάρμακον· βδελύττεσθαι γὰρ τὸν θάνατον τοὺς δυστυχοῦντας ἠλίθιον.