Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Περικλῆς Ἀσπασίᾳ Εἰ δῶρα ζητεῖς, οὐ ποθεῖς· ἀδωροδόκητοι γὰρ οἱ Ἔρωτες, καὶ τοὺς ποθοῦντας τοιούτους εἶναι διδάσκουσιν. εἰ μὲν οὖν ἐρᾷς, τὸ διδόναι μᾶλλον, οὐ τὸ λαβεῖν οἰκειότερον· εἰ δὲ χρημάτων ὀρέγῃ καὶ δι' ἐμπορίαν τὸ ποθεῖν ἀναπέπλασαι, τὴν γνώμην ἡ γλῶττα διήλεγξε, πωλοῦσα χρυσῷ τὰς ἡδονὰς τῷ ἐθέλοντι.