Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Διογένης Δημονίκῳ Τὸ τεχνητὸν γύναιον, τὸ διγενὲς ἡμιάνδριον, τὸ παρὰ τῇ φύσει κατὰ μηδὲν ἐντελές, ὕβρισεν ὁ Λυδὸς εὐνοῦχος ἡμᾶς· ἅπαντα γὰρ τὰ τοῦ σώματος μέλη γλώττας ἔχειν ἀσχήμονας ἐπαγγέλλονται. ἐγὼ δὲ κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα τῶν μὲν ἐκείνου βελῶν οὐκ αἰσθάνομαι· ἀδρανὲς γὰρ πλῆττον τὸ γυναικεῖον φῦλον τοὺς ἥρωας, ἵνα τί σοι καὶ σοβαρώτερον ἀποφθέγξωμαι τὸν Διομήδην μιμούμενος. ὑλακτεῖν δῆτα καὶ μεμηνέναι τοῖς εὐνούχοις ἐστὶν ἁρμόδιον· τῆς τῶν χειρῶν γὰρ ἐστερημένοι δυνάμεως ἅπαντα διὰ τῆς γλώττης πράττειν ἐθέλουσιν. οἱ δὲ φίλοι πολλὴν εὐήθειαν κατηγοροῦσιν ἡμῶν, ἐπειδὴ τὸν ὑβριστὴν οὐ ποιναῖς ἠμειψάμεθα· οὕτω γὰρ καὶ ὄνος ἡμᾶς εἰ λακτίσειεν, οὐκ ἂν δικαστήριον αὐτῷ συγκροτήσαιμεν. τοῦτο δέ τοι καὶ τῷ Σωφρονίσκου Σωκράτει καλῶς διηγόρευται.

Intertext edge

Open linked passage

Note