Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1
Λέανδρος Πυλάδῃ Λίαν ἡμῖν οἱ Ἔρωτες ἀπεχθάνονται. ἐγὼ μὲν ἐρῶ, ἀλλ' ἡ ποθουμένη μισεῖ· καὶ τί δράσαιμι ἂν ὁ τρισάθλιος; οὐκ ἰσόρροπον ἔχουσιν οἱ Ἔρωτες πλάστιγγα· ἄνισα τοῖς ἀνθρώποις ζυγοστατοῦσι τὰ δάκρυα. εἰ μὲν οὖν ἀδικοῦσι, θεοὶ μὴ κεκλήσθωσαν· εἰ δὲ τὴν προσηγορίαν οὐ ψεύδονται, ὀρθὰ δικαζέτωσαν καὶ τὰς ἀλγηδόνας ἐμοὶ κατὰ τὸ δίκαιον μεριζέτωσαν.