Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
46.1
Διογένης Ἀριστάρχῳ Κατέπληττε τὴν Μακεδονίαν Ἀλέξανδρος τῷ βουκεφάλῳ ἐποχούμενος ἵππῳ. τὸν δὲ ἵππον χαλινοῖς ἱστοροῦσι μὴ πείθεσθαι, μήτε δὲ χειροήθεσι κολακείαις μαλάττεσθαι· ἦν γὰρ ἀτιθάσευτον τὸ ζῷον καὶ τῷ θυμῷ τὸ εἶναι ἵππος ἀφῄρητο, καὶ κακόν τι ἀπρόσιτον ἦν καὶ τοῖς ἐντυγχάνουσι λίαν δυσάντητον. ὅτε τοίνυν ἐπιβάτην Ἀλέξανδρον ἐκληρώσατο, τὴν ἀπήνειαν ὥσπερ πραότητι συνεκέρασεν, ἀμειβόμενος τῇ κατηφείᾳ τὸ φρύαγμα· καὶ ἦν ἰδεῖν σώφρονα τὸν ἀκόλαστον. οὐ γὰρ Ἀλεξάνδρῳ θέμις ἦν ἀντιμάχεσθαι. ἔσο τοίνυν, Ἀρίσταρχε, καὶ σὺ τῆς τύχης ὑπήκοος· οὐ γὰρ Ἀλεξάνδρῳ, ἀλλὰ τῇ τύχῃ ὁ βουκέφαλος ἵππος ἐπείθετο.