Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1
Λεωνίδης Περιάνδρῳ Ἠιδέσθη καὶ Πρίαμον ὁ τῆς Θέτιδος πρεσβευόμενον– καὶ πολιὰν γὰρ ἐχθρῶν ὁ τοῦ Πηλέως ᾐσχύνετο– καὶ δίδωσι τῷ πατρὶ τεθνηκότα τὸν παῖδα, δυστυχεστάτῳ φιλοτιμούμενος δώρῳ τὸν Πρίαμον. καὶ τοῦ μὲν τὴν τόλμαν τεθαύμακα, τοῦ δὲ τὴν φιλανθρωπίαν ἐπῄνεσα. γίνου μοι καὶ αὐτὸς Αἰακίδης, καὶ πολιᾶς προσίεσο δάκρυα, τὸν παῖδά μοι ζῶντα δωρούμενος. δυστυχοῦμεν γὰρ καὶ ἡμεῖς ὥσπερ καὶ Πρίαμος· οὐ γὰρ ἂν ὄντα σε πολέμιον ὑπὲρ παιδὸς ἐπρεσβεύσαμεν, δακρύοις, οὐ μέλανι, τὰ τῆς ἐπιστολῆς ἐγχαράξαντες γράμματα. ἀλλ' εἰ μὲν τῆς ἴσης καὶ σὺ φιλανθρωπίας ἐρᾷς ἐπιτεύξασθαι, προφθανέτω τὸ δῶρον τὴν αἴτησιν· εἰ δὲ μὴ λόγος παρὰ σοὶ βασιλεύει, ἀλλὰ θυμός τε καὶ λύπη τὰ πρεσβεῖα κεκλήρωται, πρὸς ὀλίγον μὲν εὐφρανθήσῃ, λυπηθήσῃ δὲ μειζόνως, ἀφιλοσόφου θυμοῦ μεγάλας καὶ τὰς ποινὰς εἰσπραττόμενος.