Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Εὐαγόρας Ἀντιπάτρῳ Ὅρους ὁ δημιουργὸς καὶ τῷ θαλαττίῳ διετάξατο κλύδωνι, καὶ τοῖς αἰγιαλοῖς τὸ πελάγιον κεχαλίνωται ῥεῖθρον, καὶ ψάμμος τίς ἐστι μικρὰ ἠπείρῳ καὶ τῇ θαλάττῃ μεταίχμιον· οὐ γὰρ ἀδικεῖν ἡ θάλαττα τὴν γείτονα γῆν συγκεχώρηται· παλινδρομεῖ δὲ πρὸς ἑαυτὸ τὸ ῥεῖθρον μαινόμενον μεγάλην ἀπειλῆσαν τῇ χέρσῳ τὴν ἔφοδον. ὅρους τοιγαροῦν, ὦ Ἀντίπατρε, τῷ σῷ νομοθέτει θυμῷ ὑπηρέτιν τὴν χεῖρα τῆς ὀργῆς μὴ ποιούμενος. τὸ μὲν οὖν συμφιλοσοφεῖν ταῖς χερσὶ καὶ τὴν γλῶτταν ἐντελοῦς ἀρετῆς ὅρος ἀκρότατος· εἰ δὲ μὴ ταύτης κρατεῖν οἷός τε εἶ, ὕβρεσι τὸν θυμὸν ψυχαγώγει, εἰ κυσὶν ὑλακτοῦσιν ἐοικέναι βεβούλησαι. οὕτω γὰρ καὶ χαλεπαίνουσα θάλαττα ἀφροῦ περαιτέρω καὶ σάλου τὰ τῆς ὀργῆς οὐκ ἐνδείκνυται.

Intertext edge

Open linked passage

Note