Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1
Ῥοδόκλεια Ὑψιπύλῃ Τὸν Πειραιᾶ χθὲς τῇ νυκτὶ περιεπόλουν· καὶ τὸν σὸν ἐραστὴν μετὰ τῆς Χρυσίππης ἑώρακα, καὶ μειράκιον ἐδᾳδούχει, καὶ προπόμπιος ἡ φιλία γραῦς ὑπῆρχεν Ἀβρότονον. ὅτε δὲ τὴν προαγωγὸν προσεῖπον ἐγώ, ἀπέσβεσε τὴν δᾷδα ὁ παῖς· τοῦτο γὰρ ὁ σὸς ἐνεκελεύετο ἐραστής, ἵνα τῷ σκότῳ τὸ πραττόμενον διαλάθοι. οὐκοῦν μήτε ὀμνύντι μήτε κολακεύοντι πείθου· γλώττης γὰρ σόφισμα δεινότατόν ἐστιν ἑκάτερον.