Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
Σωκράτης Κλέωνι Ὅταν οἱ λύκοι μεγάλης περιτύχωσι θήρας καὶ τῷ κόρῳ φιλοσοφήσωσιν ὥσπερ ἐγκράτειαν ἀσκοῦντες, ἀρνῶν ἔχουσι τὸ ἦθος, καὶ τὸ ἄγριον πρὸς τὸ φιλάνθρωπον μεταβάλλουσι, καὶ θαυμαστήν τινα δικαιοσύνην ὁ κόρος ἐκδιδάσκει τοὺς λύκους· μετὰ τῶν προβάτων συννέμονται μηδὲν τὸ ποίμνιον λυμαινόμενοι καὶ σπένδονται τοῖς ποιμέσι καὶ τὴν σωφροσύνην γεραίρουσιν, ἄχρις ἂν αὐτοῖς ἡ γαστὴρ ἀναπνεύσειεν. ἀλλὰ σὺ καὶ τῶν λύκων τὸν τρόπον ἀναιδέστερον κέκτησαι, καὶ μᾶλλον πλεονεκτικώτερον τὸ ἀκόλαστον ἔχεις, ὅταν ὁ χρυσὸς ὑπεραναβλύσῃ τῶν σῶν θησαυρῶν, ὥσπερ οἱ μέθυσοι. διψῶσι γὰρ ὅταν κορεσθῶσι τοῦ οἴνου, καὶ σοφίζονται τῇ μέθῃ μέθης ἐπίτασιν· διὰ γὰρ τὴν ἐς ἄκρον εὐεξίαν πρὸς τὴν ἐναντίαν διάθεσιν μεταπίπτουσι, περιγανοῦντος τοῦ οἴνου τοὺς οἰνόφλυγας καὶ ἐκκαίοντος. ἄπαγε τῆς ἀκολάστου μέθης, ἀκόλαστε, ἵνα μὴ πρὸς τὴν ἐναντίαν ῥοπὴν μεταχθῇς, ἀφαιρουμένης τῆς τύχης ἅπερ καὶ δέδωκε· τοιαύταις γὰρ τοὺς ἀχαρίστους ποιναῖς σωφρονίζεται.

Intertext edge

Open linked passage

Note