Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1
Μίνθης Ῥίζωνι Ὁ ποταμὸς Χρύσασπις τοῦ γηδίου τοῦ ἡμετέρου μοῖραν ἐσύλησε καὶ τῷ σῷ ἀγρῷ προσεκύρωσε, μῶρόν τι ποιῶν καὶ ἠλίθιον· ἀλλοτρίοις γὰρ δώροις τὸ φιλότιμον ἐπαγγέλλεται. ἀλλ' εἰ μὲν δικαστηρίων φόρτον ἐπὶ τοῖς ὤμοις φέρειν οὐχ οἷός τε εἶ, δῶρα ποταμῶν μὴ προσίεσο· εἰ δὲ τῶν ἀλλοτρίων ἐρᾷς, μετ' οὐ πολὺ δακρύσεις τῶν ἰδίων στερούμενος καὶ ψήφοις διαιτητοῦ τιμωρούμενος.