Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1
Μήδεια Ἰάσωνι Οὐδὲν τοῖς ἀνθρώποις οὔτε περισπούδαστον οὕτως, οὔτε δὲ προσκορέστερον ἐρωτικῆς καθέστηκε σχέσεως. ποῦ σοι τῶν δακρύων τὰ ῥεῖθρα, ἃ τοῖς ἡμετέροις ποσὶν ἐπεκύμαινες; ποῦ σοι διέπτησαν τὰ μυρία γένη τῶν λόγων ἐκείνων τῶν τε ῥημάτων τὸ ὑφειμένον τε καὶ χαμαίζηλον; οἶμαι μήτε τοὺς δανειζομένους τοιούτοις πρὸς τοὺς δανειστὰς κεχρῆσθαι τοῖς ῥήμασι, μήτε τραυματίαν ταῖς τῶν πολεμίων ἁλόντα χερσίν. ἡ σύντονος ἀγρυπνία παρῴχηκε, τὰ ἑωθινὰ καταλέλοιπας ᾄσματα· παρώσω τὰς μυρίας πρεσβείας, τὰς σπονδὰς ἃς διὰ τῶν προαγωγῶν γυναίων ἐσπείσω μοι. πρὸς ἑτέραν ἄφνω παρθένον ὠλίσθησας, ὥσπερ οἱ καθεύδοντες ἀμέσως ἀφ' ἑτέρας πρὸς ἑτέραν ἐνυπνίων ὑπόθεσιν μεταβαίνοντες. ἐπαινῶ τοὺς ζωγράφους· ὑποπτέρους γὰρ τοὺς Ἔρωτας ἀναγράφουσι καὶ τέχνῃ διαμορφοῦσι τὰ πράγματα καὶ τοῖς πλάσμασι τὴν ἀλήθειαν τερατεύονται.