Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Παρμενίδης Χρυσοσθένει Τὸ μὲν ἐγρηγορέναι διὰ παντὸς ἀθανάτου φύσεως ἴδιον, ὑπνοῦν δὲ μετρίως τῶν καθ' ἡμᾶς ἐστιν, ὡς ἔοικε, καὶ ἀνθρώπινον· τὸ δὲ πέρα καθεύδειν τοῦ πρέποντος τοῖς τεθνηκόσι μᾶλλον ἤπερ τοῖς ζῶσιν ἁρμόδιον. τὰς πλείστας, Χρυσόσθενες, τῆς σῆς ζωῆς μοίρας ἀφῄρησαι· ἀεὶ γὰρ καθεύδεις, καὶ τῆς ἐνθάδε μεταβέβηκας λήξεως οἷά τις Ὀδυσσεύς, τῆς καθ' ἡμᾶς οἰκουμένης ἔξω πλανώμενος, ὠκεανῷ τινι τῷ ὕπνῳ νηχόμενος καὶ μήτε ἀνίσχοντα μήτε δυόμενον προσβλέπων τὸν ἥλιον.