Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1
Δάφνων Αἰγείρῳ Αἱ συκαῖ σου πρὸς τὸ ἐμὸν γήδιον τὰς ῥίζας ἡπλώσαντο, ὑπὸ τὴν σὴν ἐξουσίαν ἔτι τελεῖν οὐκ ἐθέλουσαι, καὶ τὸ σὸν ἀφελόμεναι δίκαιον φιλοτιμοῦνταί μοι τὰ κυήματα· τοῖς ἐμοῖς γὰρ ηὐτομόλησαν ὅροις. καὶ τοῦτο νόμος ἐστὶ γεωργοῖς· καὶ γεγηρακόσι νόμοις πείθου, γερόντιον. εἰ δὲ τοῖς παρ' ἡμῖν ἔθεσιν ἀντιφθέγγεσθαι θέλεις, ὡς καινὸν ὄντα σε νομοθέτην καὶ πρόσφατον τῶν γεωργικῶν συλλόγων ἐκβάλλομεν καὶ τῶν ἡμετέρων ὅρων ἐξοστρακίζομεν ὡς ἀλλότριον.