Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
59.1
Κηπίας Κοριάννῳ Συνέριθος ἔσο μοι μεσημβρίας ὥρᾳ, Κορίαννε· αἱμασιᾷ γὰρ τὸν ἀγρὸν περιφράξαιμι. κακοὺς γὰρ τοὺς ὁδίτας κεκτήμεθα· οὐχ οἷός τέ εἰμι καὶ ζῴοις ἀλόγοις καὶ τοῖς ἀνθρώποις συμπλέκεσθαι. ὁ λαγὼς τὰς ἀμπέλους, ἡ δὲ κάμπη τὰ λάχανα ὄλλυσι. τί δῆτα περὶ τῶν ἀσπαλάκων καὶ λέξαιμι; φοβερὸν γὰρ τῷ γεωργῷ τὸ κακὸν καὶ δυσανταγώνιστον τὸ πολέμιον. διό μοι συμπαραστάτει καὶ τῶν πόνων συλλαμβάνου· κἀγὼ δέ σε αὖθις τοιούτοις ἔργοις ἀμείψομαι. οὕτω γὰρ καὶ οἱ μύρμηκες συμμαχοῦντες ἀλλήλοις καὶ τὸν μόχθον σοφίζονται καὶ τῶν μεγίστων πόνων ἐφάπτονται.

Intertext edge

Open linked passage

Note