Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Αἴγειρος Πλατάνῳ Κακὰς γείτονας, ὦ φίλος, τὰς γεράνους κεκτήμεθα. πόλεμον ἀθάνατον περὶ τὸ γήδιον ἔχουσιν. οὔτε γὰρ τοῖς πατράσι τοῖς ἡμετέροις ἐσπείσαντο, οὔτε τοῖς μετ' ἐκείνους ἡμῖν τὸν πόλεμον διελύσαντο. καίτοι ἀπαρχαῖς τοῦ θερισμοῦ πολλάκις αὐτὰς ἐτιμήσαμεν· ἀλλὰ καὶ μοῖραν τοῦ γηδίου τινά, ὥσπερ ὀργάδα θεῷ, ταῖς ἀχαρίστοις δεδώκαμεν. ἀλλ' οὐκ αἰδέσιμα τὰ δῶρα παρ' ἐκείναις, ὡς ἔοικε. τοιγαροῦν ἅπαντες τῶν ἐντεῦθεν ἀπαίρομεν· πέτρας γὰρ ἡμῖν γεωργεῖν συμφερώτερον ἢ πεδία καὶ γηλόφους οἰκεῖν χαλεπὰς κεκτημένους τὰς γείτονας.

Intertext edge

Open linked passage

Note