Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
Ἄνθεια Ὠρίωνι Ἅπαντα τῷ γυναικείῳ φύλῳ δεδούλωται. Λαΐδος ὁ Διογένης ἐρᾷ, Σωστράτης ὁ Φρύγιος. ἡ τῆς φιλοσοφίας κομψότης διόλωλε· τὸ σεμνὸν ἦθος παρώσαντο, τὸ αἰθέριον καταλελοίπασι φρόνημα, τὸ μετάρσιον ἐπάγγελμα διεψεύσαντο· ἅπαντα φροῦδα τὰ πρὶν αὐτοῖς μεμελετημένα πρὸς ἄσκησιν. ἄωρόν μοι παίγνιον εἶναι δοκεῖ ἄνδρα πρεσβύτην, πολιὰν αἰδέσιμον ἔχοντα, ὑπερωφρυωμένον ἐπὶ σεμνότητι, νεάνιδος ἑταίρας ἐρᾶν. ἐγὼ δὲ καγχάζω καὶ τὸν γέλωτα φέρειν οὐ δύναμαι, ὁπηνίκα συναντήσαιμι τοῖς γεροντίοις· πολλὰ γὰρ τῆς Ἀφροδίτης κατηγόρουν τὸ πάλαι, καὶ τοὺς ἐρῶντας μανίαν νοσεῖν αὐθαίρετον ἔφασκον, ἔφεσιν ἀκολάστου ψυχῆς τοὺς ἔρωτας ὁριζόμενοι. ἅπαντα φέρειν σοφόν· τὸ δὲ ἐλπίζειν λίαν ἐστὶν ἐμφρονέστερον· πολλὰ γὰρ χρόνος καὶ τύχη δεδύνηται.

Intertext edge

Open linked passage

Note