Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Σώστρατος Λυσιστράτῳ Ἐπειδή σοι πολλὰ καὶ θαυμαστὰ παραινέσαντες τὸν Πηνελόπης ἐδόξαμεν ὑφαίνειν ἱστόν, φέρε δῆτα φέρε καὶ μυθικῶν ἀπαρξώμεθα λόγων· ἴσως γὰρ τῆς σῆς διανοίας ἐφίκοιτο δὴ τὰ λεγόμενα. Ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀχούμενος ὥρᾳ καύματος ἐκελάδει διάτορον, καὶ τῆς ἑαυτοῦ ἁρμονίας αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερίζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προμηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν ἐκ τῶν βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ χειμὼν ἐπεφοίτα τῇ γῇ· ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο. οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ὄντας ἠσπάζοντο, ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε, καὶ ὁ μύρμηξ ἐν ταῖς λαγόσι τῆς γῆς καὶ τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτήδειον. ἱκέτευε δὴ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν θησαυρῶν μετασχεῖν· ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν ἀπεπέμπετο, πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα, καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν. Ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλιώτερος εἶ τοῦ πυρέσσοντος, ἐσθίων μάτην διπλάσια. ἄπαγε δῆτα τῆς ἀργίας, ὦ βέλτιστε· τὰ τῆς φύσεως γὰρ δῶρα κατῄσχυνας, τηλικαύτην ῥώμην καὶ εὐρωστίαν τοῦ σώματος ἀκόσμητον παρεῶν, ἐπιστήμην πόνων ἀσκεῖν μὴ βουλόμενος.