Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Τεττίγων Πορφυρίωνι Ὁ Κορύδων εὐδαίμων ἀνὴρ καὶ τῆς τύχης φίλος, ὡς ἔοικε. αἱ ἄμπελοι ταῖς βότρυσιν ἄχθονται, αἱ ἀχράδες βρίθουσι καὶ τῶν τρυγώντων ὀρέγονται, αἱ ἐλαῖαι τῇ γῇ προσνενεύκασι καὶ τῷ πλήθει τοὺς ἐνεγκαμένους κλάδους βιάζονται, οἱ λειμῶνες κατάκομοι, ἡ ἅλως ταῖς Νειλῴαις ἐφάμιλλος αὔλαξιν. ἀλλὰ καὶ τὸ γύναιον μετὰ τῶν ἄλλων εὐφορεῖ τῷ ἀνδρί· τοσοῦτοι γὰρ παῖδες αὐτῷ, ὥστε καὶ Δαναὸν καὶ Αἴγυπτον ταῖς εὐτεκνίαις νικᾶν. ἄλλος μὲν γάρ ἐστιν ὑπομάζιος, ἄλλος τῆς γαλουχίας ἐπαύσατο, ἕτεροι δὲ ἕρπουσι μήπω τῆς ὀρθῆς βαδίσεως ἀπαρξάμενοι· ἔνιοι παρατραυλίζουσι καὶ τοὺς ὀδόντας ἀμείβουσιν, ἄλλοι τῆς ἀκμῆς ἐπιβαίνουσι καὶ τὸ βούπαιδες εἶναι κεκλήρωνται· καὶ σύριγγος δίκην αὐλῶν ἡ τῆς ἡλικίας αὐτοῖς τάξις συντέτακται. σὺ δὲ παρῄνεις τὸ θυγάτριον μὴ παρεγγυᾶν τῷ Κορύδωνι καὶ τὴν ἀγχιστείαν ἐκάκιζες, ὥσπερ ἀφοσιούμενος τὴν δυσγένειαν. οἴμοι βεβουκόλημαι ὁ δείλαιος, καὶ κοῦφον ἔσχον τὸ φρόνημα. τοῖς ἀνθρώποις ἀνόνητον ἡ εὐγένεια· πλούτου γὰρ παρὰ πᾶσιν οὐδὲν ἐνδοξότερον. 63 Χρύσης Ἡφαιστίωνι Οὐκέτι τῆς Διοδότης ἐρᾷς. τὰς ἐρωτικὰς θρυαλλίδας ἀπέσβεσας· οὐ γὰρ ζηλοτυπεῖς ἐπ' αὐτῇ, ἐμφιλοχωροῦσαν τῷ Λυσιστράτῳ θεώμενος. φιλονεικότερον Ἐρώτων οὐδέν· καὶ πῶς, εἰ ἐρᾷς, τηλικαύτης ἀλγηδόνος φιλοσοφεῖς ἀνεχόμενος;