Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1
Σωκράτης Μελανιππίδῃ Γυμνασταὶ μὲν καὶ παιδοτρίβαι ἀπαραίτητοι τοῖς παισὶν ὡς σωφροσύνης διδάσκαλοι. ἐπειδὴ γὰρ φρονήσεως ἔτι καὶ νόμων οἱ παῖδές εἰσιν ἀνεπίδεκτοι, ἀπειλαῖς χαλινοῦσι τὸ τούτων ἀκόλαστον· τοὺς γὰρ παῖδας λόγοις μᾶλλον ἢ μάστιξιν ἐκταράττομεν. ἐγὼ δὲ τὴν σὴν ἀναίδειαν ἄγαμαι· οὐ γὰρ κολάσεις δικαστηρίων σοι φοβεραί, οὔτε λόγος εἰσηγητικός ἐστιν αἰδέσιμος. τῶν παίδων ἀφρονεστέραν ἐν γήρᾳ τὴν διάνοιαν ἔχεις. ἴθι τοίνυν, εἰ βούλοιο, πρὸς βάραθρον. ὃν γὰρ λόγος καὶ μάστιγες σωφρονεῖν οὐ διδάσκουσι, τοῦτον πείθειν κακίας ἀπέχεσθαι λίαν ἐργῶδες καὶ τοῦ καθαίρειν τὴν Αὐγείου κόπρον ἐστὶ δυσχερέστερον ἢ κοτύλῃ τὸ Ἀτλαντικὸν ἅπαν ἐκροφῆσαι πέλαγος.