Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1
Βουβαλίων Κισσυβίῳ Ὁ Γοργίου παῖς ἡμᾶς ἀδικεῖ. ξυνωρικεύεται γὰρ ἱππαζόμενος ὁ παμμίαρος, καὶ προσχήματι θήρας περιπέττει τὴν πανουργίαν ὁ κάκιστος. οὔτε γὰρ λαγὼς φοιτᾷ παρ' ἡμῖν οὔτε δορκὰς ἐνδημεῖ, οὐ βουβαλίδες, οὐκ ἔλαφοι, οὐκ ἄλλο τι τῶν πρὸς θήραν ἐπιτηδείων ὄντων. αἱ μὲν γὰρ εἱρκταὶ καὶ πάγαι τοὺς λαγὼς ἀπελαύνουσι, δι' ὧν καὶ ἁλίσκονται τῶν σταφυλῶν ἐπιβαίνοντες, δορκάδος δὲ σπάνις καὶ βουβαλίδος οἱ γείτονες λέοντες. καὶ τί δῆτά σοι τὰ μυρία τῶν θηρίων ἀπαριθμήσομαι γένη, οἷς καὶ ἡμεῖς συλλιμώττομεν; ἀνυδρία γὰρ ἡμᾶς, ἀθηρία δὲ τοὺς θῆρας κολάζεται. ἐπειδὴ οὖν ἀγχιστεία σοι πρὸς τὸν ἀδικοῦντα, Κισσύβιε, εἰσηγοῦ τὸ συμφέρον, καὶ σωφρονέστερον τοῦτον οἱ νῦν σοι διδασκέτωσαν λόγοι. ἴσθι γὰρ αὐτὸν κυσὶ σπαραττόμενον, εἰ ἐν τοῖς ἐμοῖς ἀγροῖς τὸ λοιπὸν ἐνδημήσειεν· ἤδη γὰρ καὶ ἡ θήλεια κύων σὺν τοῖς τέκνοις περιφρουρεῖ μοι τὸ γήδιον ἀνθρωπίνης ὀργῶσα πιμελῆς ἐφάπτεσθαι.

Intertext edge

Open linked passage

Note