Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1
Πειθὼ Ἱππολύτῳ Εὐπρέπειαν, οὐκ ἦθος σεμνὸν οἱ ποθοῦντες μᾶλλον ἀσπάζονται. οὐ γὰρ σωφροσύνην Ἔρωτες ἐπαγγέλλονται, ἀλλὰ κάλλει σώματος ὀφθαλμὸν ἀκόλαστον δελεάζουσιν. εἰ τοίνυν διὰ τοὺς τρόπους τῆς Ῥοδοκλείας ἐρᾷς, τῶν σῶν ἡδονῶν οὐ βασιλεύουσιν Ἔρωτες· φιλοσοφοῦντος γὰρ λογισμοῦ βέλος ἀφροδίσιον οὐχ ἅπτεται. 67 Ἐρατοσθένης Αἰσχίνῃ Ἐσθίεις τοὺς ὅρκους ὡς λάχανα, καὶ κτύπος ὀδόντων εἶναί σοι δοκεῖ τὸ πραττόμενον, καὶ τοῖς ἐγκαλοῦσιν ἀντιφθέγγῃ, παμπόνηρε·" 3ἡ γλῶττ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος" 3, οὐκ εἰδὼς ἀχαλίνωτον γλῶτταν μείζονα τοῦ πλημμελήματος εἰσπραττομένην τὴν κόλασιν. ἃ γὰρ ἂν λόγοις ἁμάρτωμεν, ἔργοις τὴν τιμωρίαν ὑφέξομεν. τὴν γλῶτταν δῆτα σώφρονα κέκτησο, ὀμνύειν καὶ τὰ πρὸς ἀλήθειαν εὐλαβούμενος· ἀβαρὲς γάρ τι χρῆμα ὁ ὅρκος εἶναι δοκεῖ, καὶ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον. ἐντεῦθεν καὶ Τάνταλος ἐκολάζετο· περὶ τὰ θεῖα γὰρ ἔσχε τὴν γλῶτταν ἀκόλαστον. 68 Σευτλίων Κοριάννῳ Εἷλον ὀψέ ποτε τὴν κακίστην ἀλώπεκα, καὶ λαβὼν ποικίλοις δεσμοῖς περιφρουρῶ τὴν παμμίαρον. καὶ ἄξω ἐπὶ τὴν λεωφόρον, Κορίαννε, τοὺς ἀγροίκους συγκαλεσάμενος ἅπαντας, καὶ τὴν πολέμιον θριαμβεύσω· καὶ δημοσίᾳ δίκας παρέξεται, ἀντὶ πολλῶν ἀδικημάτων μίαν ὑφέξουσα κόλασιν. 6 Καλλιόπη Λαΐδι Κρωβύλῳ καὶ τέττιγι ὁ Γοργίας σεμνύνεται μήπω τοῖς ἰούλοις κατασκιάσας τὸ πρόσωπον, καὶ βρενθύεται τῷ κάλλει, καὶ δέλεαρ ἀνοίας προτίθησιν ἡμῖν τὴν εὐπρέπειαν. ἐγὼ δὲ γῆρας καὶ νόσον καὶ λύπην πίναξιν ἐγχαράξομαι, καὶ πρὸ τῶν θυρῶν ἀναθήσαιμι τοῦ ἀγνώμονος· ταῦτα γὰρ ἕξει ποτὲ τῆς εὐπρεπείας ἀντίπαλα. 70 Πλάτων Ἀξιόχῳ Ἡνίαις καὶ μάστιξι τοὺς ἵππους ἰθύνομεν, καὶ ναυτιλλόμεθα πῇ μὲν τοῖς ἱστίοις τὴν ναῦν ἐκπετάσαντες, πῇ δὲ ταῖς ἀγκύραις χαλινώσαντες καθορμίζομεν. οὕτω κυβερνητέον καὶ τὴν γλῶτταν, Ἀξίοχε, πῇ μὲν τοῖς λόγοις ὁπλίζοντες, πῇ δὲ σιωπῇ κατευνάζοντες.

Intertext edge

Open linked passage

Note