Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἐρατὼ Τερψιθέᾳ Τὸν χρυσοῦν Καλλικράτην εἰκόνα σοι γεγραφέναι φασί· τὴν δὲ γραφὴν οὐ Τερψιθέαν οἶμαι δηλοῦν, ἀλλὰ τὴν Λάκαιναν Ἑλένην, ναὶ μὰ τοὺς ἀψευδεῖς Παρρασίου πίνακας. τοιγαροῦν καὶ τὴν τέχνην καὶ τὴν φύσιν ἠδίκησας, τὴν μὲν ἐνυβρίσασα, τὴν δὲ σοφισαμένη· ψεύσασθαι γὰρ τὴν Παρρασίου τέχνην ἠνάγκασας καὶ τὰ μὴ προσόντα σοι διαποικῖλαι τοῖς πίναξιν, ὥσπερ τὰ τῆς φύσεως καλλωπίζουσα σφάλματα καὶ πολλὴν ἐκείνης τὴν ἀτεχνίαν δεικνύουσα. ἐγὼ δὲ καὶ τοῦ γραφέως ἐπαινέτις εἰμί– οὐ γὰρ τῆς σῆς ἀμορφίας εἶναι ζωγράφος ἠνέσχετο– καὶ τῆς φύσεως τὴν σοφίαν τεθαύμακα κακίστῃ ψυχῇ σώματος εὐπρέπειαν μὴ πιστεύσασαν.