Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1
Ῥόδων Κυπαρίσσωνι Τοὺς Λευκανοὺς ἐπιέναι πάλιν φασί, καὶ τὸ δρέπανον ἀπορρίψας λόγχην καὶ σαυρωτῆρα χαλκεύσομαι, καὶ τὴν ἐνυάλιον τέχνην ἀσκήσαιμι. οὐκ ἐᾷ γὰρ ἠρεμεῖν ὁ δαίμων ἡμᾶς. ἐμοὶ τοῦ χειμῶνος τὸ θέρος ἐστὶ κρυωδέστερον· τί γὰρ τοῦ πολέμου γένοιτ' ἂν φρικωδέστερον; ἦρος φανέντος ἐδάκρυσα. ὡς κομᾷ τοῖς ἄνθεσιν ὁ ἀγρός, ὡς εὐῶδες ἐν ταῖς μυρρίναις τὸ γήδιον, ὡς κοσμία κομῶσα ἡ πλάτανος. χλοάζει τὸ λήιον, ἅπαντά μοι πρὸς εὐετηρίαν ἐπείγεται. ἀλλ' ἀδικοῦσιν ἡμᾶς οἱ πολέμιοι· ἀρότρου γὰρ αὐτοῖς ἡ μάχαιρα ποθεινότερον.