Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1
Πρόκλος Ἀρχιμήδει Τοὺς πολύποδάς φασιν ἀθηρίας τυγχάνοντας τοὺς ἑαυτῶν κατεσθίειν πλοκάμους, ὄψον ὥσπερ ἀληθῶς ἐμπαράσκευον τὰ ἑαυτῶν ποιουμένους δυστυχέστατα μέλη. ἑστιῶνται γοῦν οἱ τάλανες τῶν ἑαυτῶν μορίων τὰ καίρια, καὶ δαιτυμόνες τῶν ἰδίων σαρκῶν ἀναδείκνυνται. ἆρά γε, Ἀρχίμηδες, οὐ πολύπους τὴν γνώμην εἶναι τοῖς ὅλοις δοκεῖς; ἐγὼ μὲν οἶμαι τοῦτο σαφέστατα· ἀδικεῖς γὰρ λίαν ἀπανθρωπότατα τὸν σὸν πατέρα, μήτε τὴν φύσιν αἰδούμενος, μήτε τὴν δίκην ὡς βάραθρον εὐλαβούμενος. ἀλλ' εἰ μὲν μεταγνοίης, ἀμνήμονα τῶν παρῳχηκότων κακῶν ἕξεις τὴν πρόνοιαν· εἰ δὲ τὴν φιλόχρυσον Ἐριννὺν ἀμετακίνητον πάθος κεκλήρωσαι, τὴν ἰσόρροπον πλάστιγγα τὸ θεῖόν σοι ταλαντεύεται, καὶ παῖδας ἕξεις πατρικῆς κακίας εἰκόνας ἀληθεῖς καὶ ἰνδάλματα. οὕτω γὰρ καὶ τὰ τῆς ἐχίδνης κυήματα μητρικὴν ἀνοσιότητα διαδέχεται, τὴν κυοφόρον καὶ τιθηνὸν γαστέρα ῥηγνύοντα.