Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Διογένης Σωτίωνι Τὸ μικρὸν τοῦτο δοξάριον ὕπαρ ἐνύπνιον τοῖς εὖ φρονοῦσιν εἶναι δοκεῖ, καὶ τῶν πεπλασμένων μύθων τερατωδέστερόν ἐστι καὶ φαυλότερον, ἄστατον, κουφοποιόν, παίγνιον ἤχων καὶ πνευμάτων φαντασιωδέστερον. τοῦτο καὶ μὴ παρὸν ἀνιᾷ, καὶ προσγενόμενον πλέον ἐλύπησε· μετ' οὐ πολὺ γὰρ τοὺς ἐραστὰς ἠγνωμόνησε καὶ πρὶν γενέσθαι πρὸς τὸ μὴ εἶναι μετέδραμε. μή σε καταπληττέτω τὰ τῆς τύχης φυσήματα· διαπαίζει γὰρ τοὺς ἀνθρώπους ὥσπερ καὶ βούλεται· εἴδωλα γὰρ εἰδώλων τὰ τῶν ἀνθρώπων τετύχηκε πράγματα.