Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
78.1
Περικλῆς Καλλιόπῃ Παρθενικῶν ἡδονῶν ἐπιτεύξασθαι ἄγαν ἐστὶ δυσχερές· ἐγὼ δὲ ῥάθυμος τὴν ψυχήν. καὶ τί δράσαιμι ἄν; ἀσύμβατος γὰρ ὁ Ἔρως ἐπιπέμπων τὸ βέλος. αὐτή μοι δίκαζε καὶ τῷ Ἔρωτι, καὶ δίδου μοι ψῆφον φιλάνθρωπον· βασκαίνουσι γὰρ οἱ Ἔρωτες, τὸ μὲν ποθεῖν παρεχόμενοι, τὸ δὲ τυχεῖν ἀφαιρούμενοι.