Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Ἰσοκράτης Διονυσίῳ Προπομποὶ καὶ ῥαβδοῦχοι καὶ κήρυκες καὶ θρόνων ὑψηλοτάτων ἐπίτευξις φιλοσοφίας ἐστὶν ἀχλύς, καὶ διαιρετικώτατος πέφυκε τῶν ἀρετῶν χωρισμός. οὐκ ἤμειψας μετὰ τῆς τύχης τὴν φύσιν. ἔτι τὸν θύλακον ἔχεις δερμάτινον· θνητὴν γὰρ ἔχεις ἐκ προοιμίου τὴν σύστασιν. τί δῆτα τὸ κενὸν τοῦτο καὶ κοῦφον δοξάριον ἐπὶ τοσοῦτον τὸν πήλινον ἀσκὸν διεφύσησε; μεγάλης ἀνοίας ἐνεφορήθης, ὦ δύστηνε, καὶ τῆς φύσεως τὴν γνῶσιν ἀφῄρησαι. οὕτω τὰ μετέωρα τῆς τύχης κινήματα ἐκστῆναί σε τῆς πάλαι θεωρίας ἠνάγκασαν, καὶ τῆς σώφρονος ἐκείνης μανίας ἀπαναχω- ρεῖν παρεσκεύασαν. ἦν σοι πάλαι μετάρσιον τὸ χαμαίζηλον· νῦν δὲ καὶ χθαμαλὸν καὶ περίγειον ὁ τῆς τύχης ὅρος ἀκρότατος. οὐκοῦν τῆς ψευδοῦς εὐδαιμονίας ἀφίστασο, καὶ τὴν δραπέτιν τύχην δραπέτευε· προφθάνων γὰρ τὴν ἀγνώμονα ἄφνω τὴν μεταβολὴν οὐ δυσφορήσεις προσπίπτουσαν.