Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Σωσίπατρος Τερπάνδρῳ Νόμος ἐστὶ ταῖς ἵπποις, ὥς γέ μοι δοκεῖ, καὶ μάλα σοφός· ἐπαινῶ γὰρ ἐγὼ τὸ περὶ ταύτας λίαν φιλόστοργον. ἀλλὰ τίς ὁ νόμος αὐταῖς; τὴν ὑπομάζιον ἵππον ὅταν ἐνδεᾶ τῆς θρεψομένης θεάσοιντο καὶ πόρρω που τὴν τεκοῦσαν, οἷα συμβαίνει τινά, τοῦ γεννήματος, δρῶσί τι γεννικόν· οὐ γὰρ τῆς ἑαυτῶν ἐπιλανθάνονται φύσεως, καὶ περιθάλπουσι τὸ μονωθὲν κατ' οὐδὲν δυσχεραίνουσαι, ὥσπερ ἔκγονον προσεχές τε καὶ γνήσιον. καὶ φύσις μὲν ταύταις οὕτω φρονεῖν· οὐ γὰρ Σόλωνος νόμος ἠνάγκασε. μετοχετεύσω τὸν λόγον πρὸς σέ. τὸν ἀδελφιδοῦν ὑπερορᾷς θύραν ἐκ θύρας ἀμείβοντα, ἀθλιώτατον τριβώνιον ἀμπεχόμενον· τῶν ἀλόγων ὄντως ἀλογώτερόν σοι τὸ φρόνημα. κύνας ἀλλοτρίους σιτίζεις· οὕτω γὰρ τοὺς περὶ σὲ κόλακας εἰπεῖν οἰκειότερον. εὐνούστατοι γὰρ εἶναί σοι δόξουσι, μέχρις ὅτου τοῖς σοῖς ἐπεντρυφῶσι, ὦ δείλαιος· ὑλακτήσουσι δὲ πάντως καὶ σὲ ἔτι τῆς κραιπάλης τῆς ἔναγχος ἐρευγόμενοι. κολάκων γὰρ φύσις καὶ μνημονικὸν πρὸς κακίαν καὶ τῶν ἀγαθῶν εὐεπίληστον. ὀψέ ποτε τὸν ἀδελφιδοῦν περίθαλπε, Τέρπανδρε· εἰ δὲ μή, τὴν πρόνοιαν ἀκαταγώνιστον ἕξεις πολέμιον τοῖς δακρύοις τῆς φύσεως τὴν ἑαυτῆς ἀκονήσασαν μάχαιραν.

Intertext edge

Open linked passage

Note