Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theophylactus-simocatta-pg-98-113" aria-label="More works by Theophylactus Simocatta PG 98">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1
Κορύδων Ἀμπέλωνι Οὐκ ἔστι τι γεωργῶν ἀθλιώτερον. τυραννούμεθα καὶ τοῖς ἀνέμοις οἱ τάλανες· ἀπόλλυσιν ὁ νότος ἡμᾶς, τοὺς ἀστάχυας ἐξιτήλους μοι ἀπειργά- σατο, τὴν ἄμπελον ἐλυμήνατο καὶ τὰς ῥᾶγας διέφθειρε. καὶ πρὸς δικαστήριον ἕλκειν οὐχ οἷός τέ εἰμι τὸν λυπήσαντα. διὸ καὶ τὸ δρέπανον καὶ τὴν ἄμην ἀπώσομαι, ἀσπίδα καὶ κράνος καὶ ξίφος ἀράμενος, καὶ στρατιώτης γενήσομαι καὶ τὴν τέχνην ἀμείψας τὴν τύχην σοφίσομαι.